Ancient Greek
1255
Damascius, De Principiis 1255
Unproofread scanNot analysed yet
ὄντος, τριχῇ ὑφεστώτα ἄλλως καὶ ἄλλως. Ἄρα οὖν μόνα τὰ γένη τοῦ ὄντος τὴν τριπλῆν ταύτην ὑπεδέξατο φύσιν; ἢ καὶ ἀπλῶς πάντα ὅσα εἴδη ἐστὶ καὶ τὰ ἔσχατα τῶν εἰδῶν ἐν τοῖς πρώτοις ἀεὶ περιέχεται, ἄλλα μὲν ἀλλαχοῦ διακρινόμενα, τὰ μὲν πρότερον, τὰ δὲ ὕστερον, διότι τὰ μὲν ὁλικωτέρας ἔχει περιγραφὰς καὶ τῷ ἀδιαιρέτῳ πλείονι χρωμένας, τὰ δὲ μερικωτέρας καὶ