Ancient Greek
1260
Damascius, De Principiis 1260
Unproofread scanNot analysed yet
τὰ γένη τοῦ ὄντος, τὰ δὲ ἐκ στοιχείων, ὡς ζῷον καὶ φυτὸν καὶ τὰ συνθετώτερα τῶν εἰδῶν; διὰ τί γὰρ μὴ καὶ ταῦτα στοιχεῖα; καὶ γὰρ τὸ ζῷον στοιχεῖον ἀνθρώπου καὶ ὁ ἄνθρωπος τοῦ χερσείου. Μήποτε δὲ καὶ τὸ ἔσχατον τῶν εἰδῶν στοιχεῖον ἐν τοῖς ἀτόμοις γίνεται, μετὰ ἄλλων καὶ αὐτὸ συμπληροῦν τὸν τινὰ ἄνθρωπον; ἢ ῥητέον ὡς πάντα μὲν