Ancient Greek
1264
Damascius, De Principiis 1264
Unproofread scanNot analysed yet
τάξιν, πρὸς δὲ τὰ πρὸ αὐτῶν, στοιχειωτῶν· τὰ αὐτὰ οὖν στοιχειωτὰ καὶ στοιχεῖα ἐπίσης. Ἄρα οὖν τὰ εἰδικώτατα εἴδη καὶ ὁπωσοῦν στοιχεῖά ἐστι τῶν ἀτόμων; οὐ γὰρ δή ἄλλων εἰδῶν· οὐ γὰρ ἐσται εἰδικώτατα καὶ ἔσχατα τῶν εἰδῶν· ἀλλὰ μήν οὐδὲ τῶν ἀτόμων· δεῖ γὰρ εἶναι τὸ κοινὸν μετὰ ἄλλων διαφορῶν. Καὶ τίνες ἂν εἶεν ἄτομοι ἑκάστου διαφοραί; ἢ τὰ