Ancient Greek
1272
Damascius, De Principiis 1272
Unproofread scanNot analysed yet
κοινῷ καὶ τῷ ἑκάστου ἑκάσιον, τῇ γε ἰδιότητι καὶ τῇ ὅλη καὶ πάσῃ φύσει τοῦ εἴδους· οὐδὲν γὰρ ὁ μὴ πανταχοῦ καὶ ἐν ἑκάστῳ εἰδητικόν· τὸ αὐτὸ δὲ ὅν κατὰ πάντα τῇ ὑποστάσει μεμέρισται καὶ διέστηκεν αὐτὸ ἀφ’ ἑαυτοῦ διεσπασμένον εἰς διορισμόν, ὥσπερ τὸ σῶμα διέστη ἀφ’ ἑαυτοῦ εἰς ὄγκον τινὰ συνεχῆ, καίτοι ὡς εἶδος πανταχοῦ τὸ αὐτὸ ὂν ἀδιάφορον.