Ancient Greek
1280 to 1281
Damascius, De Principiis 1280-1281
Unproofread scanNot analysed yet
τοῦ πρώτου, τὰ γε ὡς νοῦ, οὐδὲ ψυχῆς τῆς πρώτης τὰ ψυχικὰ τῶν στοιχείων οὐκ ἂν εἴη πρότερα. Προβληθέντα δὲ τὰ τῶν ὁλοτήτων ἑκάστων ὅλα στοιχεῖα ἐπιμερίζεται λοιπὸν ἐν τοῖς μερικωτέροις, καὶ γίνεται τῶν ἀεὶ μεριζομένων ὁλοτήτων ἰδιαίτερα τὰ στοιχεῖα, καὶ τῆς οἰκείας ὁλότητος μερικώτερα. Ὡσπερ καὶ τὰ μέρη καὶ ἔτι τὰ εἴδη πρὸς τὴν οἰκείαν μονάδα καὶ τὴν ὁλότητα ἀποσλενοῦται, οὕτως ἄρα καὶ τὰ στοιχεῖα τῆς οἰκείας οὐσίας, ἣν ὡς σύγκριμα τιθέμεθα τῶν στοιχείων· ὅθεν ἐπὶ τούτων δοκεῖ προϋπάρχειν τὰ ἰδιώματα τῶν φύσεων, οὐ μέντοι αὐτὰ τὰ στοιχεῖα· ταῦτα μὲν γὰρ ὁμογενῆ καὶ τρόπον τινὰ συνώνυμα· ἀνθρώπινα γὰρ τὰ τοῦ ἀνθρώπου στοιχεῖα, καὶ ἵππεια τὰ τοῦ ἵππου, καὶ σώματος καὶ ψυχῆς, ὁμοίως δὲ καὶ τὰ ἡλίου καὶ