Ancient Greek
1284
Damascius, De Principiis 1284
Unproofread scanNot analysed yet
γὰρ καὶ εἰς τὴν μονάδα ἑκάστου ἀριθμοῦ τελεῖ τῶν ἐν αὐτῷ μονάδων τὸ πλῆθος. Διὸ τριάς ἐστιν οὐ τὸ ἓν μόνον τῆς τριάδος, ἀλλὰ καὶ τὸ πλῆθος τῶν τριῶν μονάδων, ὥστε καὶ ἐπὶ τῆς οὐσίας ἀληθὲς εἰπεῖν τὰ στοιχεῖα οὐσιῶσθαι κατὰ τὴν ὕπαρξιν τῆς οὐσίας, ἅτε καὶ ἀπ’ αὐτῆς ἐκφυόμενα καὶ αὐτὴν συμπληροῦντα τὸν εἰρημένον τρόπον πολλάκις. Οὐκ ἄρα λεκτέον,