Ancient Greek
129
Damascius, De Principiis 129
Unproofread scanNot analysed yet
ἔστι ποιότης, καὶ διαφέρει τοσοῦτον μόνον ὅσον τὸ δοκοῦν ἔνδοθεν κινεῖσθαι καὶ ἡρεμεῖν παρέχεται τῷ συνθέτῳ. Ἡ μὲν γὰρ τοῦ αἰσθητοῦ ποιότης τὸ ἐπιπολῆς φαινόμενον καὶ τῇ αἰσθήσει προσπίπτον ἐνδίδωσι, τὸ δὲ σῶμα τὴν πάντη διάστασιν, ἡ δὲ φύσις τὴν ἔνδοθεν προιοῦσαν ἐνέργειαν φυσικήν, εἴτε κατὰ τόπον μόνον, εἴτε κατὰ τὸ τρέφειν καὶ αὔξειν καὶ ὅμοια γεννᾶν. Ἡδη γὰρ καὶ