Ancient Greek
1291
Damascius, De Principiis 1291
Unproofread scanNot analysed yet
ἐν ἀνθρώπῳ στοιχεῖον λέγομεν· ἐστι γὰρ τοῦτο μόνον ἡ ἰδιότης τῷ ἀνθρώπῳ συνουσιωμένη· καὶ γὰρ ὁ ἄνθρωπος τὸ ἀπλῶς εἶδος τοῦ ἀνθρώπου, καὶ ὁ πρῶτος ἄνθρωπος πάντες εἰσὶν ἅμα οἱ ἄνθρωποι ὅσοι κατ’ εἶδός εἰσι διωρισμένοι μερικώτεροι. Οὐκ ἄρα ὁ ἐν τῷ χθονίῳ ἀνθρώπῳ ἄνθρωπος ὡς στοιχεῖον συνειλημμένος εἴη ἂν ἐκείνης τῆς φύσεως, ἀλλὰ μόνον ἰδιότης ἀφ’ ἧς καὶ ἐκεῖνος