Ancient Greek
1297 to 1299
Damascius, De Principiis 1297-1299
Unproofread scanNot analysed yet
ταύτῃ ἕν καὶ ταὐτόν; ἢ τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι σπεύδουσιν ἡμῶν αἱ νοήσεις εὐθὺς, ἐὰν μὲν ἕτερον ἀκούσωμεν, εἰς παντελῆ διασπασμόν, ἐὰν δὲ ταὐτόν, εἰς παντελῆ σύγχυσιν, οἶμαι, ὅτι δι’ ἀρρωστίαν ἐπικυλινδούμεναι καὶ ἐπιτρέχουσαι τοῖς εἴδεσιν ἑκάστοις, οὐ δυνάμεναι κατὰ τὰ μέτρια φορεῖσθαι τῆς ἑκάστου ὑποστάσεως. Οὐδὲν οὖν κοινὸν ἐν τοῖς διαφόροις ἀποληπτεὸν ὃ μὴ διάφορον, οὐδὲ αὐτὸ διάφορον ἐν τοῖς αὐτοῖς ὃ μὴ κοινόν· ἐστὶ γὰρ τι μεταξὺ κοινοῦ τε το καὶ ἰδίου. Ἄρα οὖν οὕτως προϋπάρχει τῶν στοιχείων ἑκάστων τὰ συνώνυμα τῶν ἰδιωμάτων; ἢ οὐδὲ τοῦτον ἂν εἴη τὸν τρόπον· ἐν γὰρ διαιρέσει τινὶ τὰ στοιχεῖα καὶ τὰ μέρη καὶ τὰ εἴδη πρὸς ἄλληλα τυγχάνει ὄντα, ἄλλη δὲ ἀλλαχοῦ διαίρεσις, οἷον ἢ τριάς ἐκ μονάδων τριῶν, ἢ τετράς ἐκ τεττάρων, οὔτι γε ἐξ ἐκείνων τῶν τριῶν καὶ ἄλλης αὐτῶν, ὡς δοκεῖ, προτεθείς, ἀλλ’ ἴδιος ἑκάστου τῶν μονάδων ἡ διαίρεσις, ὡς εἶναι τῶν ἐλαττόνων ἀριθμῶν τῷ πῶ καὶ τὰς μονάδας ὀλικωτέρας· τοῦ γὰρ μοναδικοῦ ὅλου εἴδους ἄλλη μὲν ἡ εἰς δύο διαίρεσις, ἄλλη δὲ ἡ εἰς τρία, ἄλλη δὲ ἡ