Ancient Greek
1304 to 1305
Damascius, De Principiis 1304-1305
Unproofread scanNot analysed yet
καὶ ἡ ἑνὰς περιέχεται ἀδιάκριτος τῆς οὐσίας· οὕτως ἄρα καὶ τὰ στοιχεῖα ἑκατέρας ἀδιάκριτα καὶ αὐτὰ ἀλλήλων ἐν ἐκείνῳ συνεἰληπται. Διὸ οὐδὲ στοιχεῖα οὐδὲ στοιχειωτὸν ἐκεῖνα, διορισμὸς γὰρ οὐδεὶς· οὕτω δὲ καὶ τὰ μέρη προεἰληπται ἐν τοῖς στοιχείοις, ἀλλὰ κατὰ τὴν στοιχειώδη συναίρεσιν· οὕτω δὲ καὶ τὰ εἴδη ἐν τοῖς μέρεσιν, ἀλλ’ ἄνευ περιγραφῶν, κατὰ το μόνον τὸν μερισμόν· ὥστε τοῦτον τὸν τρόπον καὶ τὰ τοῦ κοσμικοῦ στοιχεῖα σώματος ἀμερίστως ἐν τῷ ὑπερκοσμίῳ φωτί, ὅ τι ποτὲ καὶ ὅσον ἐστί. Καὶ δὴ τὰ τοῦ ἀνθρωπείου στοιχεῖα σώματος ἐν τῷ ὑποσελήνῳ συνήρηται κόσμῳ ἀδιακρίτως· κοινὰ γὰρ ἐκεῖνα πάντων ζῴων τε καὶ φυτῶν καὶ μετάλλων ἐν μιᾷ συναιρέσει πάντα προειλημμένα, κάτω δὲ τὰ ἴδια διακρίνεται ἐν ἑκάστῳ τὰ ἑκάστου ἢ