Ancient Greek
1307
Damascius, De Principiis 1307
Unproofread scanNot analysed yet
οἰκείᾳ ὁλότητι σύνεστι πανταχοῦ, τὰ δὲ εἴδη μὴ οὕτως συννεύοντα πρὸς τὸ ἐν τὸ οἰκεῖον, καὶ ὅλως εἰδοποιούμενα ταῖς περιγραφαῖς καὶ ἐφ’ ἑαυτῶν σπουδάζοντα εἶναι, δικαίως διτλὴν ἐποίησατο πρόοδον, τὴν μὲν ὡς τὰ μέρη, ὅτε καὶ τῶν μερῶν ἀναδέχεται τάξιν· οὕτω γὰρ ἔχει ἐν τῷ νῷ τὰ εἶδη· συμπληροῖ γὰρ αὐτοῦ τὸ πεπληθυσμένον, ὡς οἱ λόγοι τῆς ψυχῆς τὸ πολύμορφον