Ancient Greek
1319 to 1320
Damascius, De Principiis 1319-1320
Unproofread scanNot analysed yet
τρίτην ἀπό-στασιν σλασιν τούτων γε αὐτῶν τριχῇ λαμβανομένων, κατὰ μὲν τὰς κορυφὰς ἢ στοιχειώδης νοεῖται φύσις, κατὰ δὲ τὴν ἑνὸς συμπλήρωσιν καὶ τὴν πρὸς τοῦτο σύννευσιν, ὅλον καὶ μέρη, κατὰ δὲ τὴν ἀφειμένην ἑκάστου περιγραφὴν ἰδιότροπον, ὡς ἀπὸ μονάδος ἀριθμός, καὶ σειρὰ ἀπ’ ἀρχῆς, καὶ συμπλήρωσις αὐτοτελοῦς ἐξ αὐτοτελῶν ἀναφαίνεται, καὶ ἐπὶ πλεῖον οὐδὲν πρόεισι. Τὸ γὰρ ἐπὶ πλεῖον ἦν παντελὴς πάντων διασπασμὸς ἀσύμφυλος καὶ πάντα διερριμμένος, ἐν ᾧ καὶ ἀταξία συμβήσεται μὴ πρὸς ἕν πάντων τεταγμένων· τοῦτο δὲ τὸ πᾶθος ἐγγίνεται μὲν τῷ παντὶ, πάλιν δὲ ὅμως εἰς ἕν ἐπανάγεται, καὶ συντάτλεται πρὸς τὸ ἕν. Ἄλλ’ ὁ μὲν περὶ προόδων λόγος, ὅπερ ἔφην πρότερον, ἀναβεβλήσθω τὰ νῦν, ἐπεὶ καὶ ἐκεῖνο ἀνακλητέον εἰς ἐκεῖνον τὸν λόγον, εἰ