Ancient Greek
132
Damascius, De Principiis 132
Unproofread scanNot analysed yet
ἄλογον ψυχήν, εἴτε αἰσθητικήν, εἴτε ὀρεκτικήν· εἰ γὰρ καὶ δοκεῖ τι χωριστότερον ἔχειν αὕτη, κατὰ τὰς ὁρμητικάς τε καὶ γνωστικὰς ἐνεργείας, ἀλλ’ ἐνδέδεται ὡς καὶ αὐτῇ τῷ σώματι καὶ ἔχει τι αὐτοῦ ἀχώριστον, εἴπερ οὐ δύναται πρὸς ἑαυτὴν ἐπιστρέφειν, ἀλλὰ τῷ ὑποκειμένῳ συμπέφυρται αὐτῆς ἡ ἐνέργεια· δῆλον γὰρ ὅτι καὶ ἡ οὐσία τοιαύτη τις· εἰ γὰρ ἦν ἀπόλυτος αὕτη καὶ