Ancient Greek
1324
Damascius, De Principiis 1324
Unproofread scanNot analysed yet
ὁμοταγὲς τοῖς ἑαυτοῦ στοιχείοις. Τίνος οὖν; ὥσπερ τὰ στοιχεῖα τοῦ στοιχειωτοῦ, τὰ πολλὰ τίνος; ἢ τοῦ ἑνός, ὡς τὰ μέρη τοῦ ὅλου· τὸ γὰρ ἕν οὐχ οὕτως ὡς τι τῶν πολλῶν, ἀλλ’ οἷον τὸ πρὸ τῶν πολλῶν, καὶ οἷον μονὰς τῶν πολλῶν καὶ ἐν τὰ πάντα. Ὄντα οὖν πάντα τοῦ ἑνός, τὰ πολλὰ ἐστὶ τελοῦντα καὶ αὐτὰ εἰς τὴν ὑπόστασιν