Ancient Greek
1326
Damascius, De Principiis 1326
Unproofread scanNot analysed yet
ἐν πολλὰ τοιόνδε νοητέον, οἷον ἐν καὶ πολλὰ ἕκαστον εἶδος. Τίνα τοίνυν τὰ πολλά; ἄρα μονάδες; ἀλλ’ εἴδη γε αἱ μονάδες, τὰ δὲ πολλὰ πρὸ τῶν εἰδῶν· ἀλλὰ μέρη; ἀλλὰ καὶ πρὸ τῶν στοιχείων τὰ πολλά, τὰ δὲ στοιχεῖα πρὸ τῶν μερῶν. Μήποτε οὖν στοιχεῖα τὰ πολλά; ἀλλὰ τὰ στοιχεῖα συγκίρναται ἀλλήλοις πρὸς τὴν τοῦ στοιχειωτοῦ μικτὴν οὐσίαν· τὰ δὲ