Ancient Greek
1331
Damascius, De Principiis 1331
Unproofread scanNot analysed yet
ὁμοῦ, οὐδὲν ἄλλο ὄψεται ἢ πολλά· οὐδὲ γὰρ τὸ ἄλλο καὶ ἄλλο, οὐδὲ τὸ ὁμοῦ, οὐδὲ τὰ πάντα, διαφοραὶ γὰρ αὗται καὶ διάφοροι ἰδιότητες, ἀλλὰ μόνον πολλά καὶ μόνον πλῆθος, οὐ μέντοι ἑαυτοῦ ὂν, οὐδὲ καθ’ ἑαυτό· οὐδὲ γὰρ τὰ στοιχεῖα, οὐδὲ τὰ μέρη, οὐδὲ τὰ πολλά εἴδη, αὐτά ἐστιν ἑαυτῶν· οὐδὲν γὰρ ἔστι πλῆθος αὐτοσύστατον, ἀλλὰ περὶ τι ἐν