Ancient Greek
1349
Damascius, De Principiis 1349
Unproofread scanNot analysed yet
ἡ ἡνωμένην ἢ ἄμεινον ἀτέχνως, ἄτε οὔπω τινὸς ἑτερότητος ἐκφανείσης. Πῶς οὖν πολλά, εἰ μὴ διέστη πως; ἢ ὥσπερ τὸ ἕν κατὰ τὸ ἠνωμένον, οὕτω καὶ τὰ πολλὰ οἷον χύσις οὖσα καὶ οἷον ἄνεσις τοῦ ἡνωμένου ἐστὶ τοῦ πρὸ ἀμφοῖν ἡνωμένου τὰ τοιαῦτα πολλά. Εἰ δὲ ἡνωμένου ταῦτα, ἀλλ’ οὐχ ἑνὸς, εἰδέναι χρὴ ὅτι καὶ τὸ πρὸ τοῦ ἀπλῶς ὄντος,