Ancient Greek
1352
Damascius, De Principiis 1352
Unproofread scanNot analysed yet
τῇ ἡνωμένῃ φύσει, ὅπερ οὔτε ἕν οὔτε πολλὰ λέγοιτο ἄν, ἀλλὰ μόνον τὸ συναμφότερον, ὡς πρὸ ἀμφοῖν ἠνωμένον. Ἄλλ’ ὅμως καὶ ἐκεῖ ἀπὸ τῶν κάτω καὶ ταῦτα ἀνάγομεν κατὰ ἀναλογίαν, οὐκ ὄντα μὲν ἐκεῖ ταῦτα, οἷον δὲ τούτοις ἀναλογοῦντα τοῖς γνωριζομένοις ἄγνωστα. Διὸ τὸ μὲν ἄκρον τοῦ ἡνωμένου καλοῦμεν μικτόν τε καὶ ἐκ στοιχείων συνεσ|τάμενον, τὸ δὲ μέσον ὅλον