Ancient Greek
1356
Damascius, De Principiis 1356
Unproofread scanNot analysed yet
ἥντινα οὖν ἄλλην ἐμφῦναι διάκρισιν; πρώτη γὰρ πασῶν, ὡς δοκεῖν, ἡ τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ἐπειδή καὶ σύμφυσις καὶ ἕνωσις ἡ τούτων ἐστὶ πρώτη ἑνώσεων· τὰ γὰρ ἄλλα ἐπιδιακρίνεται ἢ κατὰ τὸ ἓν, ὡς ὁ ἑνιαῖος, ἢ κατὰ τὸ ὄν, ὡς οὐσιώδης ἀριθμός. Δεῖ οὖν πρώτην ἑτερότητα φαίνεσθαι τῶν δυεῖν μονάδων, ἵνα καὶ οἱ ἀριθμοὶ συνδιαιρεθῶσιν ταῖς οἰκείαις