Ancient Greek
1358
Damascius, De Principiis 1358
Unproofread scanNot analysed yet
αἰωνίῳ ἐγχρονον, ὡς ἐν τῷ πρώτῳ ἀδιακρίτῳ καὶ ἡνωμένῳ διάκρισιν τὴν τυχοῦσαν. Ἔτι δὲ εἰ τὸ διακεκριμένον μετὰ τὸ ἠνωμένον, καὶ τὸ διακριθὲν ἀπὸ τοῦ ἀδιακρίτου καὶ μετ’ ἐκεῖνο, οὐδέτερον ἂν εἴη ἐν ἐκείνῳ τῶν ἀπ’ αὐτοῦ, τὸ δὲ πρῶτον καὶ μέσον καὶ τελευταῖον ἢ ἐν τῷ διακεκρίσθαι ἢ ἐν τῷ διακρίνεσθαι συνίσταται· οὐδὲ ταῦτα ἄρα ἐκεῖ ἂν εἴη δικαίως·