Ancient Greek
1369
Damascius, De Principiis 1369
Unproofread scanNot analysed yet
τῶν ἀτόμων τῶν ἀριθμῶ διαφερόντων μόνον εὐπαράδεκτόν ἔστιν ἄνευ τινὸς εἰδοποιοῦ διαφορᾶς γίγνεσθαι τὴν εἰς ταῦτα πρόοδον, μή τι γε ἐπὶ τῶν κοινῶν τε καὶ ἰδίων. Τοιγαροῦν ὡς ἀστὴρ καὶ πᾶν ζῷον κοινὸν εἶδός ἐστι καὶ εἴδει ἐξῆλλακται. Εἰ δὲ οὕτως ἔχει ἡ πρόοδος ὡς ἔχειν τὰ προϊόντα ὁμοῦ τι καὶ κοινὸν καὶ ἴδιον, ὡς ἄνθρωπος καὶ ἵππος καὶ ζῷον