Ancient Greek
1378
Damascius, De Principiis 1378
Unproofread scanNot analysed yet
τὰ χωρὶς προελθόντα ἀπ’ ἀλλήλων εἴδη πάντα τοῦ ζῴου. Εἰ δὲ Ζεὺς ἀπὸ Διὸς ὁμοειδής, πρόεισιν οὐχ ὁμοίως τοῖς ἄλλοις. Εἰ μὲν τοῖς ὀνόμασι προσέχοι τις, τάχα ἂν ἀπορρηθείη, τὰς δύο προόδους ὁρῶν ἀντιδιηρημένας· εἰ δὲ ἐννοήσειεν ὅτι ὁ μερικώτερος Ζεὺς καὶ δεύτερος καὶ τρίτος προελθὼν οὐκ ἐστὶν ὁ αὐτὸς τῷ προτέρῳ κατ’ εἶδος (ὁ μὲν γὰρ ἦν πάντες οἱ