Ancient Greek
139 to 140
Damascius, De Principiis 139-140
Unproofread scanNot analysed yet
ἀρχὴ αὕτη ἄρα τελεωτάτη; ἢ οὐ πᾶσας ὁμοῦ προβάλλεται τὰς ἐνεργείας, ἀλλὰ τῶν πλείστων ἀεὶ ἐσλιν ἐνδεής· ἢ δὲ ἀρχὴ οὐδὲν ἔχειν βούλεται ἐνδεές· ἢ δὲ ἐσλιν οὐσία τῶν ἑαυτῆς ἐνεργειῶν ἐλλιπής. Ἄλλ’ ἡ οὐσία αἰώνιος, εἴποι τις ἂν, καὶ ἀνενδεὴς καὶ ἔχουσα τὰς οὐσιώδεις ἐνεργείας ἀνελλιπεῖς καὶ ἀεὶ τῇ οὐσίᾳ συνδρόμους κατὰ τὸ αὐτοκίνητόν τε καὶ ἀείζων, καὶ εἴη ἂν αὕτη ἀρχή. Ἄλλ’ ἐν εἶδος ἡ ψυχὴ τὸ ὅλον καὶ μία φύσις, σῇ μὲν ἀνευδεὴς, σῇ δὲ ἐνδεής· ἢ δὲ ἀρχὴ πάντη ἀνευδεής· ἡ ψυχὴ ἄρα ἢ καὶ τὰς μεταβαλλομένας ἐνεργείας προβαλλομένη οὐκ ἂν εἴη ἀρχή, ἢ γε κυριωτάτη. Δεῖ ἄρα καὶ πρὸ ταύτης εἶναι ἑτέραν, τὴν πανταχῇ ἀμετάβλητον κατά τε οὐσίαν καὶ ζωήν καὶ γνώσιν, κατὰ