Ancient Greek
1393
Damascius, De Principiis 1393
Unproofread scanNot analysed yet
ἀδύνατον ἄλλο γάρ, ὡς φαμεν, τὸ αἰτιατὸν καὶ ἄλλο τι ἢ αἰτία οὐ μέντοι οὐδὲ τῷ εἴδει ἐν γὰρ τὸ εἶδος ἐκασταχοῦ πρῶτον, ἐπεὶ οὐδὲ ὁ τῆδε ἄνθρωπος ὁ αὐτὸς τῷ ἐκεῖ κατὰ τὸ εἶδος, τὸ μὲν γὰρ εἰκών, τὸ δὲ παράδειγμα, καὶ τὸ μὲν ἐν ὕλη, τὸ δὲ ἐν νῷ. Τοιγαροῦν τὸ ἐν ψυχῇ μέσον ἕτερον ἑκατέρου τῶν ἄκρων.