Ancient Greek
1400
Damascius, De Principiis 1400
Unproofread scanNot analysed yet
ὅ δή φασι ν οἱ φιλόσοφοι, ὡς τὸ προϊὸν καταδεέστερον γίνεται τοῦ προάγοντος, ἢ οὖν ἕξις|ταται τοῦ ἑνὸς τὸ γεννώμενον ἀπ’ αὐτοῦ, ταύτη οὐχ ἐν· ὥστε πολλά ἐξ ἀνάγκης. Ἀλλὰ πρῶτον μὲν τὸ καταδεέστερον οὐκ ἐξαλλάττει τὸ εἶδος οὐδὲ τὴν φύσιν τοῦ πράγματος· ἐστι γὰρ καλὸν τὸ μὲν ὑπέρτερον, τὸ δὲ ὑφεῖμένον, καλὸν δὲ ὅμως ἐκάτερον, ὥστε καὶ ἐν ἐκάτερον,