Ancient Greek
1403
Damascius, De Principiis 1403
Unproofread scanNot analysed yet
πάντα κατὰ μίαν ἀπλότητα τὴν πρὸ πάντων, ὡς πολλάκις λέγομεν· διὸ πάντων ἔστιν αἴτιον κατὰ τὴν πάμφορον αὐτοῦ ταύτην ἀπλότητα. Οὐ καθόσον οὖν ἓν οὕτως ὡς ἀντικείμενον τοῖς πολλοῖς (πάσης γὰρ ἀντιθέσεως προϋπάρχει ἓν), ἀλλὰ καθόσον ἀρχὴ τῶν πάντων καὶ πάντα· ὡς ἀρχὴ τῶν ἀπάντων, οὕτω παράγει τὰ μεθ’ ἑαυτήν, τὰ τε πάντα ὡς μόνη, καὶ τὰ πολλὰ ὡς ἓν,