Ancient Greek
1406 to 1407
Damascius, De Principiis 1406-1407
Unproofread scanNot analysed yet
αὐτὴν εἶναι φαμεν ὡς πρὸ πάντων. Καὶ πολλὰ δὴ ταύτην πάλαι ἀνευφημοῦμεν ὡς τὰ πολλὰ τοῦ ἑνὸς οἷον ἐκείνου δύναμιν ἀπειρον, καθ’ ἣν ἡ μεθ’ ἧς πάντα ἐκεῖνο καὶ πάντων γεννητικόν. Διὸ πατρικὴ δύναμις ἀνακαλεῖται καὶ ὑπὸ τῶν Θεῶν αὐτὴ ἡ ἀρχή. Καὶ ἐπειδή συμπεφύκασιν αἱ πρῶται ἀρχαί, καὶ οὕτως ὡς ἓν τῇ προτέρᾳ τὴν δευτέραν εἶναι, καὶ ἀπ’ αὐτῆς ἓν αὐτῇ προελθεῖν, διὰ τοῦτο καὶ τῶν ἐκεῖθεν προελθόντων ἕκαστόν τε καὶ ἰδίᾳ καὶ ὁμοῦ πάντα ἓν τε καὶ πολλὰ ἔστιν ὁμοῦ, καὶ τὰ πολλὰ ἀπὸ τοῦ ἑνὸς ἐν τῷ ἓν ᾧ προελθόντα καὶ δεύτερα πανταχοῦ τοῦ ἑνὸς. Ἄρα οὖν καὶ ἐν τῇ ὕλῃ μετὰ τὸ ἓν τὰ πολλὰ αὐτῆς ἔστι καὶ τὸ ἔσχατον πάντων οὐ τὸ ἓν,