Ancient Greek
1409 to 1410
Damascius, De Principiis 1409-1410
Unproofread scanNot analysed yet
ἓν καλεῖται, ἐπεὶ πολλὰ ἔστι καὶ τὰ πάντα, καὶ ἔτι μεῖζον ἢ τὰ πάντα, καθόσον αὐτὸ μέν ἓν, τὰ δὲ πολλὰ καὶ ἐν ἐν παραθήκη ὑπὸ τοῦ ἑνὸς καὶ τὰ πάντα ἡ δευτέρα ἀρχή, λύσις οὖσα καὶ ἀπειρία τοῦ ἑνός, ἡ πάντων γεννητική. Τὸ μὲν οὖν ἐν ὅπως παράγειν ζητεῖν, ἀγνοούντων ἔστι τὴν ἀπλότητα τοῦ ἑνός· οὕτω γὰρ ἐν ἐκείνῳ ὑπάρχεις καὶ δύναμις καὶ ἐνέργεια ἀντιδιήρηνται, ἀλλὰ μόνον κατὰ τὸ ἐν· ἡ δὲ δευτέρα ἀρχὴ πρώτη ὑποφαίνει τὸ γόνιμον καὶ ἀπειροποιὸν εἰς πλῆθος καὶ τὴν ἐξω τοῦ ἑνὸς ἀπειθοῦσαν· διὸ τῶν δευτέρων ὀνομάτων ἠξίωται, καὶ οὐδὲν ἄπορον ἀπὸ ταύτης τὰ πολλὰ πολλά γε οὖσης, καὶ τὰ πρὸ πάντων πολλὰ ἀπλῶς. Ἀπολογησώμεθα δὲ τὰ αὐτὰ καὶ ὑπὲρ