Ancient Greek
1414
Damascius, De Principiis 1414
Unproofread scanNot analysed yet
ταύτης ἕνωσις, ἡ πασῶν ὁμοῦ τῶν τοιούτων ἢ μονάδων συναγωγός, μονὰς οὖσα αὐτὴ πασῶν μονάδων καὶ τοῦ ὅλου μονοειδοῦς ἀριθμοῦ αὐτοῦ, οὖσα τὸ ἐν εἶδος ἐν ᾧ πάντα συνείληπται τὰ εἴδη. Νοεῖν δὲ χρὴ πρὸ ταύτης τὴν τοῦ ὅλου ἀπλῶς, ἐν ᾧ τὰ ἀπλῶς μέρη περιέχεται, καὶ πρὸ ταύτης γε τὴν τοῦ στοιχειωτοῦ ἕνωσιν, συναίρεσιν οὖσαν τῶν πάντων στοιχείων, οὐσίαν