Ancient Greek
1419
Damascius, De Principiis 1419
Unproofread scanNot analysed yet
κατὰ συμπλοκήν, ἐνδείξασθαί τι βουλόμενοι περὶ τῶν πάντη ἀδιορίστων, ὧν οὔτε νόημα οὔτε ὄνομα διηρθρωμένον ἔχομεν διὰ τὸν πολὺν μερισμὸν τῆς ἡμετέρας διανοήσεως· δεῖ γὰρ πάντα ὁμοῦ συνελεῖν τὰ νοήματα ἡμῶν εἰς ἕν μετανόημα, τὴν μίαν πάντων νοημάτων κορυφήν, εἰ μέλλοιμέν τινος ἴχνους ἐπιλαβέσθαι τῆς συνῃρημένης ἐκείνης φύσεως. Καὶ μὴν πρὸς τὰ τρίτα τῶν ἀπορημάτων, ἐν μὲν ἐκεῖνο διοριστέον ἐπὶ