Ancient Greek
1424
Damascius, De Principiis 1424
Unproofread scanNot analysed yet
κοινότητος· οὐδὲ γὰρ κόσμον καλοῦντες τὸ πᾶν, οὐδὲ τοῦτο ἀπὸ κοινῆς φύσεως καλοῦμεν τῆς πάντα συλλαβούσης, ἀλλ’ ἀπὸ μιᾶς ἰδιότητος τοῦ κεκοσμησθαι· καὶ γὰρ ὁ χορὸς ἀπὸ τοῦ χορεύειν μόνου, καὶ ὁ στρατὸς ἀπὸ τοῦ σ1ρατεύεσθαι, καὶ ἄνθρωπος ἀπὸ τοῦ ἀναθρεῖν ἂ ὁπωπεν, καὶ ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσίν· ἕκαστον γὰρ ἕν ὄν καὶ πολλά ἄφ’ ἑνὸς ἐκλήθη