Ancient Greek
1427
Damascius, De Principiis 1427
Unproofread scanNot analysed yet
εἴδη ἐκατέρωθι, τὸ πρῶτόν φημι καὶ τὸ ἔσχατον, καὶ ἡ ὕπαρξις καὶ ἡ μέθεξις. Ἄρα οὖν, ἐπειδή τὰ μὲν παραδείγματα ἔσ1ι, τὰ δὲ εἰκόνες, καὶ ταῦτα εἴδη ἐστὶ καὶ ἑκατέρωθί ἔσ1ι; πῶς δὲ οὐκ ἂν εἴη, εἴπερ ἡ εἰκὼν ὁμοίωμα ἔσ1ι, τὸ δὲ ὁμοίωμα ἀποτέλεσμα ὁμοιότητος, ἑκατέρωθι δὲ ὁμοιότης καὶ τὸ παράδειγμα ἀρχέτυπον ὁμοιότητος· ὁμοιοῦται δὲ καὶ ἐκεῖ ἕτερον ἕτέρῳ,