Ancient Greek
1436
Damascius, De Principiis 1436
Unproofread scanNot analysed yet
ὅτι ἕτερος ὁ τρόπος τῆς ὑποσιλάσεως, ταύτῃ μὴ ὂν, καὶ ὅτι πέφυκε γεννᾶσθαι ἕτερα ἐξ ἑτέρων, ταύτῃ δυνάμει. Ἔτι τοίνυν πρὸς τέταρτον ἀπὸ τῶν ἐσχάτων ἐπαναβαίνουσιν εὐδιάλυτον φανεῖται κατὰ τὸν ὅμοιον τῆς μεθόδου τρόπον· πολλά γὰρ ἀφ’ ἑνὸς οὐδὲν θαυμάσιον προῖέναι, εἰ τὸ ἐν πάντων εἴη γεννητικὸν ἢ πολλῶν, εἴτε κατὰ τὴν ἑαυτοῦ πάμφορον ἀπλότητα, εἴτε κατὰ τὸ περιεχόμενον ἐν