Ancient Greek
1446
Damascius, De Principiis 1446
Unproofread scanNot analysed yet
συνοχικοῦ, ἢ νοερὸς ἀπὸ νοητοῦ, ὅλος ὁ πρῶτος εἰς ὅλον πρόεισι τὸν δεύτερον, καὶ οὐδὲν ἄνω μένει ἐν τῷ προτέρῳ ἐξαίρετον; ἢ οὕτω γε τὸ μένον τοῦτο ἄγονον ἔσται καὶ ἀπρόοδον παντελῶς· ὥστε τοῦτον μὲν τὸν τρόπον οὐχ ὑπερέξει τούτου ἐκεῖνος, τῷ εἶναί τι ἐκεῖ ὁ μὴ καὶ ἐνταῦθα· τοὐναντίον γὰρ ὑπολαβεῖν πρόχειρον ὡς ἐκφαίνεται τι ἐν τοῖς δευτέροις ὁ