Ancient Greek
1449
Damascius, De Principiis 1449
Unproofread scanNot analysed yet
λεγομένη πρώτη ὕπαρξις, ἡ ἀπὸ τῶν ἄλλων ἰδιοτήτων διακριθεῖσα πρώτη ἑκάστου ὕπαρξις; ἢ καὶ τοῦτο μὲν ἀληθὲς (οὐ γὰρ πανταχοῦ πάντα ὡσαύτως, ἀλλ’ ὅπου μὲν ἠνωμένα, ὅπου δὲ διακρινόμενα), πάντα δὲ ὅμως ἐν παντὶ κόσμῳ, τῷ τε νοητῷ (πάντα ἐστὶ γάρ, ἀλλὰ νοητῶς, φησι τὸ λόγιον), καὶ ἐν τῷ αἰσθητῷ, καὶ δῆλον ὅτι ὁ ἐν τοῖς μέσοις. Πῶς οὖν