Ancient Greek
1452
Damascius, De Principiis 1452
Unproofread scanNot analysed yet
πάντας ὁμοῦ τοὺς μεθ’ ἑαυτόν, τὸν νοερὸν, τὸν ὑπερκόσμιον, τὸν ἐγκόσμιον· ὁ δὲ νοερὸς μόνους τοὺς δύο, ὁ δὲ ὑπερκόσμιος ἕνα μόνον, τὸν αἰσθητόν, ἢ ὁσαχῶς ἂν τις τέμῃ τὰ προϊόντα εἰς κόσμους πλείονας. Οὐκοῦν ὁ μὲν νοητὸς ὀλικώτατος, ὅτι πάντων περιληπτικός, ὁ δὲ αἰσθητὸς ἢ ὅγε ὑποσέληνος μερικώτατος, ὅτι ἔσχατος καὶ τὰ μέρη ἑαυτοῦ μόνα περιέχων· οἱ δὲ μέσοι