Ancient Greek
1456
Damascius, De Principiis 1456
Unproofread scanNot analysed yet
ἐν τῷ οἰκείῳ διακόσμῳ κατὰ τὴν ὀρφικὴν παράδοσιν; οὕτω δὴ καὶ ὁ Κρόνος ἐπὶ πολλῇ γενεᾷ τῇ πρότερον, ἐπ’ ἐσχάτῳ παράγει τὸν ὅλον Δία τῆς ἑτέρας ἐξάρχοντα βασιλείας· τὰ δὲ ὅμοια καὶ τὸν Οὐρανὸν ὑφιστῶντα παραδίδωσι μετὰ τοὺς ἄλλους Οὐρανίδας τὸν Κρόνον ἔσχατον· καὶ ἀντιπλεονεκτεῖν διὰ τοῦτο πρὸς ἀλλήλους ῥητέον τοὺς παραγομένους, τοὺς μὲν ὄντας ἐν τῷ πατρὶ καὶ παρὰ