Ancient Greek
1468
Damascius, De Principiis 1468
Unproofread scanNot analysed yet
τρόπον ἀπὸ τοῦ ἀπλῶς νοῦ προέσιν ἢ κατὰ βάθος ἀπογέννησις ὁμοειδής, ὅλην πανταχοῦ συνεισάγουσα τὴν κατὰ πλάτος τῶν εἰδῶν περιοχὴν. Εἰ δὲ ψυχὴν, ἢ φύσιν, ἢ σῶμα παράγει ὁ νοῦς, ἀνομοειδῶς παράξει κατὰ τι τῶν ἐν αὐτῇ περιεχομένων. Ὥστε καὶ εἰ κατὰ τὸ καλὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ δίκαιον, καὶ οὕτως ἀνομοειδής. Τὸ οὖν καλὸν ἢ τὸ δίκαιον γεννώμενον