Ancient Greek
1476
Damascius, De Principiis 1476
Unproofread scanNot analysed yet
τὸ κατ’ αἰτίαν ἄλλο παρὰ τὴν ὕπαρξιν. Ἔτι δέ, εἰ μόνη ἐστὶν ἡ τοῦ γεννῶντος ὕπαρξις, ἅφ’ ἑαυτῆς δὲ γεννᾷ καὶ καθ’ ἑαυτήν, πῶς ἔτι γεννήσει τι ἀνομοειδές, μηδενὸς ἑτέρου αὐτῇ ἐγ μεμιγμένου παρ’ ἑαυτὴν ὄντος; τῷ γὰρ εἶναι γεννῶσα κατὰ μετάδοσιν τῆς οἰκείας φύσεως ὑποστήσει τὸ γεννώμενον· δεῖ ἄρα προειληφέναι τινα καὶ αἰτίαν τοῦ ἀνομοειδοῦς, καθ’ ἣν ἄλλο τι