Ancient Greek
1480
Damascius, De Principiis 1480
Unproofread scanNot analysed yet
φύσει γὰρ εὐπλάστος ὁ χαλκός, καὶ τὸ εὐπλάστον οἷον μέρος ἐστί τῆς χαλκοῦ φύσεως. Ἄλλ’ εἰ ταὐτὸν ὑπάρξις καὶ αἰτία, πῶς ἡ μὲν ἐστὶν ὁμοειδής, ἡ δὲ ἀνομοειδὴς γέννησις; ἡ ὅση μὲν κατὰ τὴν ὕπαρξιν, ὁμοειδής, ὅση δὲ οὐχ ἁπλῶς, ἀλλὰ τὴν νεύσασαν πρὸς ἑτέρου γέννησιν, ἀνομοειδής; Μήποτε γὰρ ἡ αἰτία μηδὲν ἄλλο εἴη ἢ ὑπάρξις εἰς ἑτερότητα νεύσασα, καὶ