Ancient Greek
1499
Damascius, De Principiis 1499
Unproofread scanNot analysed yet
μὲν ἀδιάκριτα, ὅπου δὲ διακρινόμενα, ὅπου δὲ διακεκριμένα, καὶ τούτων αὖ πάλιν, ὅπου μὲν ὡς στοιχεῖα ἐν τῷ στοιχειωτῷ, ὅπου δὲ ὡς μέρη ἐν ὅλῳ, ὅπου δὲ ὡς εἴδη καὶ ἀριθμὸς εἰδῶν ἐν μονάδι. Ἀνάλογον δὲ τῷ εἴσω πλήθει καὶ τὸ ἔξω πρόσειν, ὅπου μὲν ὡς ἀριθμὸς ἀπὸ μονάδος οἱ πολλοὶ νοῦς ἀπὸ τοῦ ἑνὸς νοῦ, ὅπου δὲ ὡς μέρη