Ancient Greek
15
Damascius, De Principiis 15
Unproofread scanNot analysed yet
τε γεννήτορα καὶ τοὺς γεννηθέντας. Εἰ δὲ πάντα μετὰ τῆς ἀρχῆς, οὐκ ἂν εἴη τι ἡ ἀρχὴ πάντων, συνειλημμένης ἐν τοῖς πᾶσι καὶ τῆς ἀρχῆς· ἡ ἄρα μία τῶν πάντων σύνταξις, ἣν πάντα φαμέν, ἄναρχός ἔστι καὶ ἀναίτιος, ἵνα μὴ ἐπ’ ἄπειρον ἀνίωμεν. Ἀλλὰ μὴν δεῖ γε πᾶν ἢ ἀρχὴν εἶναι ἢ ἀπ’ ἀρχῆς· καὶ τὰ πάντα ἄρα ἢ ἀρχὴ