Ancient Greek
1501
Damascius, De Principiis 1501
Unproofread scanNot analysed yet
ἐστι πολλοὺς εἶναι νοῦς μετὰ τὸν ἕνα καὶ ἀπὸ τοῦ ἑνός, ζωὰς δὲ εἶναι πολλὰς αὐτοτελεῖς οὔσας πρὸ τῶν νῶν οὐχ ὁμοίως γνώριμον, καὶ οὐσίας γε ἥκιστα διὰ τὴν πολλὴν ἕνωσιν καὶ στοιχειώδη. Εἰ δὲ μὴ καὶ σαφὲς ἐστίν, ἀλλ’ ὅμως ἀναγκαῖον ὁμολογεῖν καὶ ζωὰς εἶναι πολλὰς καὶ οὐσίας, εἴπερ ἡ μὲν οὐσία στοιχειωτὸν ἐστὶ καὶ μικτὸν ἐκ στοιχείων, ἡ