Ancient Greek
1505
Damascius, De Principiis 1505
Unproofread scanNot analysed yet
πάντα τε ἀθρόως τὸν ἀριθμὸν καὶ ἕκαστον καθ’ ἕν εἶδος εἰδοποιούμενον, ὅλον τι συνειληφὸς ἐν ἑαυτῷ πλῆθος οἰκεῖον. Ἔτι τοίνυν πρὸς τούτοις ἐκεῖνο συναγάγωμεν, ὅτι πάντα ἐν τοῖς προτέροις συνήρηται ὅσα ἐν τοῖς ὑστέροις ἐπιδιακρίνεται· διὸ πάντα καὶ ἐν τῷ νοητῷ καὶ ἐν τῷ νοερῷ διακόσμῳ καὶ ἐν τῷ μέσῳ· ἀλλὰ γὰρ καὶ ἐν ἑκάστῳ τῶν κοιλοτέρων μέχρι τοῦ αἰσθητοῦ·