Ancient Greek
1518
Damascius, De Principiis 1518
Unproofread scanNot analysed yet
τὴν δὲ αὐτῆς καθ’ ἑαυτήν, τὴν δὲ τῆς κόρης, ὅτι καὶ αὕτη συμπληροῖ τῆς κόρης τὸ πλῆθος. Ἴδοι δ’ ἂν τις αὐτὸ καὶ διαλεκτικώτερον. Τὰ γὰρ λεγόμενα γένη τοῦ ὄντος ἕκασταχοῦ συμπληροῖ τὴν ἐξ αὐτῶν συνεσιῶσαν ὑπόστασιν, ἀλλὰ τὴν μὲν οὐσίαν ἠνωμένα, τὴν δὲ ζῆν διακριθόμεινα, τὸν δὲ νοῦν διακεκριμένα, καὶ τὸν μὲν ἀπλῶς κατὰ τὴν ἰσοστάσιον διάκρισιν, τὸν δὲ