Ancient Greek
1520
Damascius, De Principiis 1520
Unproofread scanNot analysed yet
γε τῷ ἀτόμῳ ὁ ἀπλῶς ἄνθρωπος, οἷον στοιχεῖον, ὡς ἐν ἀνθρώπῳ τὸ ζῷον· καθ’ ὕπαρξιν ἄρα καὶ τοῦτο. Καὶ γὰρ εἰ ἄνωθεν ἐνδίδοται καὶ ταύτῃ μέθεξις, ἀλλ’ ἡ ἔνδοσις αὕτη τοῦ εἰς ὃ ἐνδίδοται μέρος γίνεται τῆς ὑπάρξεως. Τοσαῦτα καὶ περὶ τούτων. Φέρε τοίνυν ἐξ ἀρχῆς ἐπανέλθωμεν εἰς τὰ ἐχόμενα τῶν ἐξ ἀρχῆς ἀπορημάτων. Ὅτι μὲν δὴ καὶ ἐν τῷ