Ancient Greek
153
Damascius, De Principiis 153
Unproofread scanNot analysed yet
ταύτην παντελῶς ἀπολείψει τὴν φύσιν· οὐδὲ τὸ τοῦ χείρονός φημὶ ἐνδεές, ἐφ’ ᾧ πρόεισιν ὁ τῆς ἀναβάσεως τρόπος. Ἀλλὰ μὴν ἐπὶ πᾶσι τούτοις τὸ ἐν πάντῃ ἂν εἴη ἀνευδεές· οὔτε γὰρ <τοῦ> μεθ’ αὐτὸ ἐνδεῖται πρὸς τὸ εἶναι (καθ’ ἑαυτὸ γὰρ ἔστι τῶν πάντων κεχωρισμένον) τόγε ὡς ἀληθῶς ἐν, οὔτε τοῦ ἐν ἑαυτῷ χείρονος ἢ κρείττονος (οὐδὲν γὰρ ἐν αὐτῷ