Ancient Greek
1530
Damascius, De Principiis 1530
Unproofread scanNot analysed yet
τὸ δὲ μένειν ἐν τῷ αἰτίῳ τὴν πρὸς ἐκεῖνο ποιεῖ ὁμοιότητα καὶ ταυτότητα. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἀνήχθω τοῦ λόγου. Τὰ δὲ ἐπέκεινα τῶν ἀπορημάτων ἐξῆς ἀνασκεψώμεθα. Περὶ μὲν γὰρ τῆς ἀνομοειδοῦς τε καὶ ὁμοειδοῦς προόδου, ἣν ἔχουσι διαφορὰν, εἴρηται πρότερον, καὶ οὐ χρή συγχεῖν τὰς προόδους, ἐπειδὴ ἑκατέρα ἔχει τι τῆς ἑτέρας. Περὶ δὲ τοῦ ἡνωμένου ῥητέον εἰ