Ancient Greek
1536
Damascius, De Principiis 1536
Unproofread scanNot analysed yet
ὁ Ἀπόλλω νιακὸς καὶ ὁ ἀρεϊκὸς καὶ ὁ ἀθηναικός· καὶ ἔτι μερικώτερον καθ' ἕκαστον εἶδος εἰ κρατοῖ γεννᾶσθαί τινα νοῦν ὅλον ἐφ' ἑαυτοῦ ἑστῶτα, κατὰ τοῦτο τὸ εἶδος εἰδοποιουμένων, οἷον, εἰ τύχοι, κατὰ τὸν ἄνθρωπον καὶ τὸν ἵππον· ἀνάγκη γὰρ οὕτως ἀπὸ τοῦ εἴσω τῶν εἰδῶν πλήθους παράγεσθαι νοῶν πλῆθος ἐξῶ. Δῆλον δὲ ὅτι καὶ ἀπὸ τῶν μερῶν κατὰ τὰ