Ancient Greek
1542
Damascius, De Principiis 1542
Unproofread scanNot analysed yet
τὰ στοιχεῖα, ὧν κατὰ τὸ πλῆθος ἡ πρόοδος ἐγένετο τῶν πολλῶν οὐσιῶν· ὡς γὰρ τὰ ἔξω πλήθη γεννᾶται ἀπὸ τῶν εἴσω, οὕτω καὶ εἰδοποιεῖται κατὰ τὴν ἐκείνων φύσιν. Καὶ αἱ μὲν οὐσίαι τῇ συγκράσει χαίρουσι καὶ εἰς τὸ ἀδιάκριτον σχεδὸν ἀναφεύγουσιν, αἱ δὲ ζωαὶ διακρίνονται τοσοῦτον ὅσον τὰ μέρη ἀπὸ τε τοῦ ὅλου καὶ ἀλλήλων. Οἱ δὲ νόες πρῶτοι περιεγράφησαν